Add parallel Print Page Options

11 ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. 12 εἶπαν οὖν οἱ μαθηταὶ [a]αὐτῷ· Κύριε, εἰ κεκοίμηται σωθήσεται. 13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανεν, 15 καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. 16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ.

17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας [b]ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ. 18 ἦν δὲ [c]ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. 19 [d]πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς [e]τὴν Μάρθαν καὶ [f]Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ [g]ἀδελφοῦ. 20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· [h]Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 21 εἶπεν οὖν [i]ἡ Μάρθα πρὸς [j]τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε [k]οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου· 22 [l]καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός. 23 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου. 24 λέγει αὐτῷ [m]ἡ Μάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, 26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο; 27 λέγει αὐτῷ· Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.

28 Καὶ [n]τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν [o]Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε. 29 ἐκείνη [p]δὲ ὡς ἤκουσεν [q]ἠγέρθη ταχὺ καὶ [r]ἤρχετο πρὸς αὐτόν· 30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ’ ἦν [s]ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. 31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν [t]Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ [u]δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. 32 ἡ οὖν [v]Μαριὰμ ὡς ἦλθεν ὅπου [w]ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ [x]πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν [y]μου ἀπέθανεν ὁ ἀδελφός. 33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, 34 καὶ εἶπεν· Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. 35 ἐδάκρυσεν ὁ Ἰησοῦς. 36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλει αὐτόν. 37 τινὲς δὲ ἐξ αὐτῶν εἶπαν· Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;

38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ. 39 λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ [z]τετελευτηκότος Μάρθα· Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. 40 λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς [aa]ὄψῃ τὴν δόξαν τοῦ θεοῦ;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:12 αὐτῷ WH Treg NIV ] αὐτοῦ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:17 ἤδη ἡμέρας WH Treg NIV ] ἡμέρας ἤδη RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:18 Treg NIV RP ] – WH
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:19 πολλοὶ δὲ WH Treg NIV ] καὶ πολλοὶ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:19 τὴν WH Treg NIV ] τὰς περὶ RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:19 Μαριὰμ WH Treg NIV ] Μαρίαν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:19 ἀδελφοῦ WH Treg NIV ] + αὐτῶν RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:20 Μαρία Treg RP ] Μαριὰμ WH NIV
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:21 WH Treg NIV ] – RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:21 τὸν Treg NIV RP ] – WH
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:21 οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου WH Treg NIV ] ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:22 καὶ WH Treg ] ἀλλὰ καὶ NIV RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:24 WH Treg NIV ] – RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:28 τοῦτο WH Treg NIV ] ταῦτα RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:28 Μαριὰμ WH Treg NIV ] Μαρίαν RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:29 δὲ WH Treg NIV ] – RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:29 ἠγέρθη WH Treg NIV ] ἐγείρεται RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:29 ἤρχετο WH Treg NIV ] ἔρχεται RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:30 ἔτι WH Treg NIV ] – RP
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:31 Μαριὰμ WH Treg NIV ] Μαρίαν RP
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:31 δόξαντες WH Treg NIV ] λέγοντες RP
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:32 Μαριὰμ WH Treg NIV ] Μαρία RP
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:32 ἦν WH Treg NIV ] + ὁ RP
  24. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:32 πρὸς WH Treg NIV ] εἰς RP
  25. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:32 μου ἀπέθανεν WH Treg NIV ] ἀπέθανεν μου RP
  26. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:39 τετελευτηκότος WH NIV ] τελευτηκότος Treg; τεθνηκότος RP
  27. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:40 ὄψῃ WH Treg NIV ] ὄψει RP